Cuadernillo.Apolodoro. Alumnos.Sin notas

Anuncio
TEXTO 3 Nacimiento de Atenea
Zeus deja encinta de una niña a Metis, pero, por temor a la profecía de Gea, decide devorar a la embarazada.
μίγνυται δὲ Ζεὺς Μήτιδι, μεταβαλλούσῃ εἰς πολλὰς ἰδέας ὑπὲρ τοῦ μὴ συνελθεῖν, καὶ αὐτὴν γενομένην ἔγκυον καταπίνει, ἐπείπερ
ἔλεγε Γῆ γεννήσειν παῖδα μετὰ τὴν μέλλουσαν ἐξ αὐτῆς γεννᾶσθαι κόρην, ὃς οὐρανοῦ δυνάστης γενήσεται. τοῦτο φοβηθεὶς1 κατέπιεν2
αὐτήν· ὡς δ΄ ὁ τῆς γενέσεως ἐνέστη3 χρόνος, πλήξαντος αὐτοῦ τὴν κεφαλὴν πελέκει Προμηθέως ἢ καθάπερ ἄλλοι λέγουσιν Ἡφαίστου,
ἐκ κορυφῆς Ἀθηνᾶ σὺν ὅπλοις ἀνέθορεν4.
1
TEXTO 4 Apolo y Ártemis
Fruto de una nueva aventura, Zeus tiene de Leto dos hijos en la isla de Delos: Ártemis, diosa de la caza, y Apolo, dios de la adivinación.
Λητὼ δὲ συνελθοῦσα Διὶ1 κατὰ τὴν γῆν ἅπασαν ὑφ΄ Ἥρας ἠλαύνετο, μέχρις εἰς Δῆλον ἐλθοῦσα γεννᾷ2 πρώτην Ἄρτεμιν, ὕστερον
Ἀπόλλωνα ἐγέννησεν. Ἄρτεμις μὲν οὖν τὰ περὶ θήραν ἀσκήσασα παρθένος ἔμεινεν3, Ἀπόλλων δὲ τὴν μαντικὴν μαθὼν παρὰ Πανὸς
τοῦ Διὸς καὶ ῞Yβρεως ἧκεν εἰς Δελφούς, χρησμῳδούσης4 τότε Θέμιδος· ὡς δὲ ὁ φρουρῶν τὸ μαντεῖον Πύθων ὄφις ἐκώλυεν αὐτὸν
παρελθεῖν ἐπὶ τὸ χάσμα, τοῦτον ἀνελὼν5 τὸ μαντεῖον παραλαμβάνει.
2
TEXTO 6 El rapto de Perséfone
El dios Plutón, enamorado de Perséfone, hija de Deméter, la rapta y provoca que su madre la busque desesperadamente.
Πλούτων δὲ Περσεφόνης ἐρασθεὶς1 Διὸς2 συνεργοῦντος ἥρπασεν αὐτὴν κρύφα. Δημήτηρ δὲ μετὰ λαμπάδων νυκτός3 τε καὶ ἡμέρας3
κατὰ πᾶσαν τὴν γῆν ζητοῦσα περιῄει4· μαθοῦσα δὲ παρ΄ Ἑρμιονέων ὅτι Πλούτων αὐτὴν ἥρπασεν, ὀργιζομένη θεοῖς κατέλιπεν
οὐρανόν, εἰκασθεῖσα5 δὲ γυναικὶ ἧκεν εἰς Ἐλευσῖνα.
3
TEXTO 8 Prometeo encadenado
A Prometeo, titán creador y benefactor de los hombres, le castiga Zeus, por robar el fuego para la raza humana.
Προμηθεὺς δὲ ἐξ ὕδατος καὶ γῆς ἀνθρώπους πλάσας ἔδωκεν1 αὐτοῖς καὶ πῦρ, λάθρᾳ Διὸς2 ἐν νάρθηκι κρύψας. ὡς δὲ ᾔσθετο3 Ζεύς,
ἐπέταξεν Ἡφαίστῳ τῷ Καυκάσῳ ὄρει τὸ σῶμα αὐτοῦ προσηλῶσαι4· ἐν δὴ τούτῳ προσηλωθεὶς5 Προμηθεὺς πολλῶν ἐτῶν ἀριθμὸν6
ἐδέδετο7· καθ΄ ἑκάστην δὲ ἡμέραν ἀετὸς ἐφιπτάμενος8 αὐτῷ τοὺς λοβοὺς ἐνέμετο9 τοῦ ἥπατος αὐξανομένου διὰ νυκτός. καὶ Προμηθεὺς
μὲν πυρὸς κλαπέντος10 δίκην ἔτινε ταύτην, μέχρις Ἡρακλῆς αὐτὸν ὕστερον ἔλυσεν.
4
TEXTO 10 Ío, sacerdotisa de Hera
Zeus seduce a Ío y, ante las sospechas de Hera, la transforma en una blanca novilla y le pone un guardián.
Ἰὼ1 δὲ ἱερωσύνην τῆς Ἥρας ἔχουσαν Ζεὺς ἔφθειρε. φωραθεὶς2 δὲ ὑφ΄ Ἥρας τῆς μὲν κόρης ἁψάμενος3 εἰς βοῦν4 μετεμόρφωσε
λευκήν, ἀπωμόσατο5 δὲ ταύτῃ μὴ συνελθεῖν. Ἥρα δὲ αἰτησαμένη παρὰ Διὸς6 τὴν βοῦν4 φύλακα αὐτῆς κατέστησεν7 Ἄργον τὸν
πανόπτην. οὗτος ἐκ τῆς ἐλαίας ἐδέσμευεν αὐτὴν ἥτις ἐν τῷ Μυκηναίων ὑπῆρχεν ἄλσει. Διὸς6 δὲ ἐπιτάξαντος Ἑρμῇ κλέψαι τὴν βοῦν4,
ἐπειδὴ λαθεῖν οὐκ ἠδύνατο8, λίθῳ βαλὼν ἀπέκτεινε τὸν Ἄργον, ὅθεν ἀργειφόντης ἐκλήθη9.
5
TEXTO 11 Sémele y Zeus
Zeus, enamorado de Sémele, se le presenta en todo su esplendor y la mata. Dioniso continúa su gestación, cosido en el muslo de Zeus.
Σεμέλης δὲ Ζεὺς ἐρασθεὶς1 Ἥρας κρύφα συνευνάζεται. ἡ δὲ2 ἐξαπατηθεῖσα3 ὑπὸ Ἥρας, κατανεύσαντος αὐτῇ Διὸς4 πᾶν τὸ αἰτηθὲν5
ποιήσειν, αἰτεῖται τοιοῦτον αὐτὸν ἐλθεῖν οἷος6 ἦλθε μνηστευόμενος Ἥραν. Ζεὺς δὲ μὴ δυνάμενος ἀνανεῦσαι παραγίγνεται εἰς τὸν
θάλαμον αὐτῆς ἐφ΄ ἅρματος ἀστραπαῖς ὁμοῦ καὶ βρονταῖς, καὶ κεραυνὸν ἵησιν7. Σεμέλης δὲ διὰ τὸν φόβον ἐκλιπούσης, ἑξαμηναῖον τὸ
βρέφος ἐκ τοῦ πυρὸς ἁρπάσας ἐνέρραψε τῷ μηρῷ.
6
TEXTO 13 Atenea y Posidón luchan por el Ática
Cécrope funda una ciudad y los dos dioses se disputarán su dominio, para recibir los correspondientes honores.
ἧκεν οὖν πρῶτος1 Ποσειδῶν ἐπὶ τὴν Ἀττικήν, καὶ πλήξας τῇ τριαίνῃ κατὰ μέσην τὴν ἀκρόπολιν ἀπέφηνε2 θάλασσαν, ἥν νῦν
Ἐρεχθηίδα καλοῦσι. μετὰ δὲ τοῦτον ἧκεν Ἀθηνᾶ, καὶ ποιησαμένη τῆς καταλήψεως Κέκροπα μάρτυρα1 ἐφύτευσεν ἐλαίαν, ἣ νῦν ἐν τῷ
Πανδροσείῳ δείκνυται3. γενομένης δὲ ἔριδος, ἡ χώρα τῆς Ἀθηνᾶς ἐκρίθη4, Κέκροπος μαρτυρήσαντος ὅτι πρώτη1 τὴν ἐλαίαν ἐφύτευσεν.
Ἀθηνᾶ οὖν ἀφ΄ ἑαυτῆς τὴν πόλιν ἐκάλεσεν Ἀθήνας.
7
TEXTO 15 Nacimiento de Edipo
Reinando Layo en Tebas, el oráculo predice que su hijo le dará muerte. Al nacer el niño, el rey ordena abandonarlo.
μετὰ δὲ τὴν Ἀμφίονος τελευτὴν Λάιος τὴν βασιλείαν παρέλαβε καὶ ἔγημεν1 Ἰοκάστην, χρήσαντος τοῦ θεοῦ μὴ γεννᾶν2 (τὸν
γεννηθέντα3 γὰρ πατροκτόνον ἔσεσθαι4). ὁ δὲ οἰνωθεὶς5 συνῆλθε τῇ γυναικί. καὶ τὸ γεννηθὲν3 ἐκθεῖναι6 δίδωσι7 νομεῖ. Πολύβου δὲ
βουκόλοι, τοῦ Κορινθίων βασιλέως, τὸ βρέφος εὑρόντες πρὸς τὴν αὐτοῦ γυναῖκα Περίβοιαν ἤνεγκαν8. ἡ δὲ ὑποβάλλεται9, καὶ Οἰδίπουν
καλεῖ διὰ τὸ τοὺς πόδας ἀνοιδῆσαι.
8
TEXTO 16 La Esfinge
La esfinge devasta Tebas devorando a quien no resuelva su enigma. Sólo se librarán de ella en caso de descifrarlo.
Κρέοντος δὲ βασιλεύοντος οὐ μικρὰ1 συμφορὰ κατέσχε Θήβας. ἔπεμψε γὰρ Ἥρα Σφίγγα, ἣ εἶχε πρόσωπον μὲν γυναικός, στῆθος
δὲ καὶ βάσιν καὶ οὐρὰν λέοντος καὶ πτέρυγας ὄρνιθος. μαθοῦσα δὲ αἴνιγμα παρὰ μουσῶν ἐπὶ τὸ Φίκιον ὄρος ἐκαθέζετο, καὶ τοῦτο
προύτεινε2 Θηβαίοις. ἦν δὲ τὸ αἴνιγμα· τί ἐστιν ὃ μίαν3 ἔχον φωνὴν τετράπουν καὶ δίπουν καὶ τρίπουν γίγνεται;
9
TEXTO 17 Edipo y la Esfinge
Tras matar a Layo, Edipo resuelve el enigma de la esfinge y es recompensado con el trono y la mano de la reina Yocasta.
πολλῶν δὲ ἀπολομένων1, κηρύσσει Κρέων τῷ τὸ αἴνιγμα λύσοντι καὶ τὴν βασιλείαν καὶ τὴν Λαΐου δώσειν2 γυναῖκα. Οἰδίπους δὲ
ἀκούσας ἔλυσεν, εἰπὼν τὸ αἴνιγμα τὸ ὑπὸ τῆς Σφιγγὸς λεγόμενον ἄνθρωπον εἶναι. ἡ μὲν οὖν Σφὶγξ ἀπὸ τῆς ἀκροπόλεως ἑαυτὴν
ἔρριψεν, Οἰδίπους δὲ καὶ τὴν βασιλείαν παρέλαβε καὶ τὴν μητέρα ἔγημεν3 ἀγνοῶν, καὶ παῖδας ἐτέκνωσεν ἐξ αὐτῆς Πολυνείκην καὶ
Ἐτεοκλέα, θυγατέρας δὲ Ἰσμήνην καὶ Ἀντιγόνην.
10
TEXTO 20 Antígona
Antígona, desobedeciendo las órdenes de Creonte, sepulta por piedad a su hermano Polinices y se busca la muerte.
Κρέων δὲ τὴν Θηβαίων βασιλείαν παραλαβὼν τοὺς τῶν Ἀργείων νεκροὺς ἔρριψεν ἀτάφους1, καὶ κηρύξας μηδένα θάπτειν φύλακας
κατέστησεν2. Ἀντιγόνη δέ, μία τῶν Οἰδίποδος θυγατέρων, κρύφα τὸ Πολυνείκους σῶμα κλέψασα ἔθαψε, καὶ φωραθεῖσα3 ὑπὸ Κρέοντος
αὐτοῦ τῷ τάφῳ ζῶσα4 ἐνεκρύφθη5. οἱ δὲ Ἀθηναῖοι μετὰ Θησέως στρατεύσαντες αἱροῦσι Θήβας καὶ τοὺς νεκροὺς τοῖς οἰκείοις διδόασι6
θάψαι.
11
TEXTO 21 Nacimiento de Heracles
Alcmena engendra dos niños de padres diferentes. Heracles sufrirá desde su infancia la persecución de la celosa Hera.
Ἀλκμήνη δὲ δύο ἐγέννησε παῖδας͵ Διὶ1 μὲν Ἡρακλέα͵ μιᾷ2 νυκτὶ πρεσβύτερον͵ Ἀμφιτρύωνι δὲ Ἰφικλέα. τοῦ δὲ παιδὸς3 ὄντος
ὀκταμηνιαίου4 δύο δράκοντας ὑπερμεγέθεις ῞Ηρα ἐπὶ τὴν εὐνὴν ἔπεμψε͵ διαφθαρῆναι5 τὸ βρέφος θέλουσα. ἐπιβοωμένης δὲ Ἀλκμήνης
Ἀμφιτρύωνα͵ Ἡρακλῆς διαναστὰς6 ἄγχων ἑκατέραις ταῖς χερσὶν7 αὐτοὺς διέφθειρε.
12
TEXTO 22 La Hidra de Lerna
Heracles se enfrenta a la destructora Hidra que habita en el pantano de Lerna, con la ayuda de su sobrino Yolao.
δεύτερον δὲ ἆθλον1 Εὐρυσθεὺς ἐπέταξεν αὐτῷ2 τὴν Λερναίαν ὕδραν κτεῖναι3· εἶχε δὲ ἡ ὕδρα ὑπερμέγεθες σῶμα͵ κεφαλὰς ἔχον
ἐννέα͵ τὰς μὲν ὀκτὼ θνητάς͵ τὴν δὲ μέσην ἀθάνατον. τὴν δὲ ὕδραν εὑρὼν ἔν τινι λόφῳ, βάλλων βέλεσι πεπυρωμένοις ἠνάγκασεν
ἐξελθεῖν. τῷ ῥοπάλῳ δὲ τὰς κεφαλὰς κόπτων οὐδὲν ἀνύειν ἠδύνατο4· μιᾶς5 γὰρ κοπτομένης κεφαλῆς δύο ἀνεφύοντο. διὸ ἐπεκαλέσατο
αὐτὸς βοηθὸν1 τὸν Ἰόλαον͵ ὃς τοῖς δαλοῖς ἐπικαίων τάς ἀνατολὰς τῶν κεφαλῶν ἐκώλυεν ἀνιέναι6. καὶ τοῦτον τὸν τρόπον7 τῶν
ἀναφυομένων κεφαλῶν περιγενόμενος8, τὴν ἀθάνατον ἀποκόψας κατώρυξε καὶ βαρεῖαν ἐπέθηκε9 πέτραν.
13
TEXTO 24 Las columnas de Heracles
Heracles debe dirigirse hasta Eritía (actual Estrecho de Gibraltar) para conseguir las vacas del monstruoso Gerión.
δέκατον ἐπέταξεν ἆθλον1 τὰς Γηρυόνου βόας2 ἐξ Ἐρυθείας κομίζειν. Ἐρύθεια δὲ ἦν Ὠκεανοῦ πλησίον νῆσος͵ ἣ νῦν Γάδειρα
καλεῖται. ταύτην κατῴκει Γηρυόνης, τριῶν ἔχων ἀνδρῶν σῶμα. εἶχε δὲ φοινικᾶς βόας2͵ ὧν ἦν βουκόλος Εὐρυτίων͵ φύλαξ δὲ Ὄρθος ὁ
κύων δικέφαλος ἐξ Ἐχίδνης καὶ Τυφῶνος γεγεννημένος. πορευόμενος οὖν ἐπὶ τὰς Γηρυόνου βόας2 διὰ τῆς Εὐρώπης͵ ἄγρια πολλὰ ζῷα
ἀνελὼν3 Λιβύης ἐπέβαινε4͵ καὶ παρελθὼν Ταρτησσὸν ἔστησε5 σημεῖα1 τῆς πορείας ἐπὶ τῶν ὅρων Εὐρώπης καὶ Λιβύης ἀντιστοίχους6 δύο
στήλας.
14
TEXTO 25 Origen del Minotauro
A causa de Posidón, Pasifae, esposa de Minos, deseando unirse con un toro, lo logra con ayuda de Dédalo.
ὀργισθεὶς1 δὲ Μίνωι Ποσειδῶν ὅτι μὴ κατέθυσε τὸν ταῦρον, τοῦτον μὲν ἐξηγρίωσε2, Πασιφάην δὲ ἐλθεῖν εἰς ἐπιθυμίαν αὐτοῦ
παρεσκεύασεν. ἡ δὲ ἐρασθεῖσα3 τοῦ ταύρου συνεργὸν4 λαμβάνει Δαίδαλον, ὃς ἦν ἀρχιτέκτων, πεφευγὼς5 ἐξ Ἀθηνῶν ἐπὶ φόνῳ. οὗτος
ξυλίνην βοῦν6 ἐπὶ τροχῶν κατασκευάσας, τὴν Πασιφάην ἐνεβίβασεν. ἐλθὼν δὲ ὁ ταῦρος ὡς ἀληθινῇ βοΐ6 συνῆλθεν. ἡ δὲ Ἀστέριον
ἐγέννησε τὸν κληθέντα7 Μινώταυρον. οὗτος εἶχε ταύρου πρόσωπον, τὰ δὲ λοιπὰ ἀνδρός.
15
TEXTO 26 Teseo y el Minotauro
Teseo, como parte del tercer tributo de Atenas, se enfrenta al Minotauro y le da muerte, gracias a la ayuda de Ariadna.
ἐχούσης δὲ τῆς νεὼς1 μέλαν ἱστίον Αἰγεὺς τῷ παιδὶ ἐνετείλατο2, ἐὰν ὑποστρέφῃ ζῶν3, λευκοῖς πετάσαι4 τὴν ναῦν1 ἱστίοις. ὡς δὲ
ἧκεν εἰς Κρήτην, Ἀριάδνη θυγάτηρ Μίνωος ἐρωτικῶς διατεθεῖσα5 πρὸς αὐτὸν συμπράσσειν ἐπαγγέλλεται, ἐὰν ὁμολογήσῃ γυναῖκα6
αὐτὴν ἕξειν. ὁμολογήσαντος δὲ σὺν ὅρκοις Θησέως δεῖται7 Δαιδάλου μηνῦσαι τοῦ λαβυρίνθου τὴν ἔξοδον. ὑποθεμένου8 δὲ ἐκείνου,
λίνον Θησεῖ δίδωσι9· τοῦτο ἐξάψας Θησεὺς τῆς θύρας ἐφελκόμενος εἰσῄει10. καταλαβὼν δὲ Μινώταυρον ἐν ἐσχάτῳ μέρει τοῦ
λαβυρίνθου παίων πυγμαῖς ἀπέκτεινεν, ἐφελκόμενος δὲ τὸ λίνον πάλιν ἐξῄει11.
16
TEXTO 27 Pérdida de Ariadna y muerte de Egeo
Teseo, apesadumbrado por la pérdida de Ariadna que ha sido raptada por Dioniso, se olvida de cambiar las velas.
καὶ διὰ νυκτὸς μετὰ Ἀριάδνης καὶ τῶν παίδων1 εἰς Νάξον ἀφικνεῖται. ἔνθα Διόνυσος ἐρασθεὶς2 Ἀριάδνης ἥρπασε, καὶ κομίσας εἰς
Λῆμνον ἐμίγη3. λυπούμενος δὲ Θησεὺς ἐπ' Ἀριάδνῃ καταπλέων ἐπελάθετο πετάσαι4 τὴν ναῦν5 λευκοῖς ἱστίοις. Αἰγεὺς δὲ ἀπὸ τῆς
ἀκροπόλεως τὴν ναῦν5 ἰδὼν6 ἔχουσαν μέλαν ἱστίον, Θησέα νομίσας ἀπολωλέναι7 ῥίψας ἑαυτὸν μετήλλαξε8.
17
TEXTO 36 Nacimiento de Aquiles
Tetis trata de hacer inmortal a su hijo Aquiles. El procedimiento asustará a Peleo y provocará graves consecuencias.
ὡς δὲ ἐγέννησε Θέτις ἐκ Πηλέως βρέφος, ἀθάνατον1 θέλουσα ποιῆσαι τοῦτο, κρύφα Πηλέως εἰς τὸ πῦρ ἐγκρύβουσα2 τῆς νυκτὸς3
ἔφθειρεν ὃ ἦν αὐτῷ θνητὸν πατρῷον, μεθ' ἡμέραν δὲ ἔχριεν ἀμβροσίᾳ. Πηλεὺς δὲ ἐπιτηρήσας καὶ σπαίροντα τὸν παῖδα ἰδὼν ἐπὶ τοῦ
πυρὸς ἐβόησε· καὶ Θέτις νήπιον1 τὸν παῖδα ἀπολιποῦσα πρὸς Νηρηίδας ᾤχετο. κομίζει δὲ τὸν παῖδα πρὸς Χείρωνα Πηλεύς. ὁ δὲ λαβὼν
αὐτὸν ἔτρεφε σπλάγχνοις λεόντων καὶ συῶν ἀγρίων καὶ ἄρκτων μυελοῖς, καὶ ὠνόμασεν Ἀχιλλέα4.
18
TEXTO 37 El sueño de Hécuba
Hécuba, esposa del rey Príamo, sueña que el niño que lleva en el vientre será responsable de la destrucción de su ciudad.
Πρίαμος δὲ δευτέραν1 ἔγημεν2 Ἑκάβην τὴν Δύμαντος. γεννᾶται δὲ αὐτῇ πρῶτος1 μὲν Ἕκτωρ. δευτέρου δὲ γεννᾶσθαι μέλλοντος3
βρέφους ἔδοξεν Ἑκάβη καθ᾿ ὕπνους δαλὸν τεκεῖν4 διάπυρον, τοῦτον δὲ πᾶσαν ἐπινέμεσθαι τὴν πόλιν καὶ καίειν. μαθὼν δὲ Πρίαμος
παρ' Ἑκάβης τὸν ὄνειρον, Αἴσακον τὸν υἱὸν μετεπέμψατο· ἦν γὰρ ὀνειροκρίτης5. οὗτος εἰπὼν τῆς πατρίδος γενέσθαι τὸν παῖδα
ἀπώλειαν, ἐκθεῖναι6 τὸ βρέφος ἐκέλευε.
19
TEXTO 39 El sacrificio de Ifigenia
Los griegos zarpan de Argos y, tras llegar a Áulide por segunda vez, no pueden hacerse a la mar por falta de viento.
Κάλχας δὲ ἔφη1 οὐκ ἄλλως δύνασθαι πλεῖν αὐτούς, εἰ μὴ τῶν Ἀγαμέμνονος θυγατέρων ἡ κρατιστεύουσα κάλλει2 σφάγιον3
Ἀρτέμιδι παραστῇ4, διὰ τὸ μηνίειν5 τὴν θεὸν τῷ Ἀγαμέμνονι. τοῦ δὲ χρησμοῦ τούτου γενομένου, Ἀγαμέμνων τὴν Κλυταιμνήστραν
Ἰφιγένειαν ᾔτει, λέγων δώσειν6 αὐτὴν Ἀχιλλεῖ γυναῖκα3. πεμψάσης δὲ ἐκείνης Ἀγαμέμνων τῷ βωμῷ παραστήσας7 ἔμελλε8 σφάζειν,
Ἄρτεμις δὲ αὐτὴν ἁρπάσασα εἰς Ταύρους ἱέρειαν3 ἑαυτῆς κατέστησεν9, ἔλαφον ἀντ' αὐτῆς παραστήσασα7 τῷ βωμῷ·
20
Descargar