Llucià, Diàlegs dels morts – XVIII

Anuncio
Llucià (120-190 dC) Diàlegs dels morts, XVIII, “Bellesa efímera”
Μένιππος - Ποῦ δὲ οἱ καλοί εἰσιν ἢ αἱ καλαί, Ἑρμῆ; ξενάγησόν με νέηλυν ὄντα.
Ἑρμῆς - Οὐ σχολή μοι, ὦ Μένιππε: πλὴν κατ ἐκεῖνο ἀπόβλεψον, ἐπὶ τὰ δεξιά,
ἔνθα ὁ Ὑάκινθός τέ ἐστι καὶ Νάρκισσος καὶ Νιρεὺς καὶ Ἀχιλλεὺς καὶ Τυρὼ καὶ
Ἑλένη καὶ Λήδα καὶ ὅλως τὰ ἀρχαῖα πάντα κάλλη.
Μένιππος - Ὀστᾶ μόνα ὁρῶ καὶ κρανία τῶν σαρκῶν γυμνά, ὅμοια τὰ πολλά.
Ἑρμῆς - Καὶ μὴν ἐκεῖνά ἐστιν ἃ πάντες οἱ ποιηταὶ θαυμάζουσι τὰ ὀστᾶ, ὧν σὺ
ἔοικας καταφρονεῖν.
Μένιππος - Ὅμως τὴν Ἑλένην μοι δεῖξον: οὐ γὰρ ἂν διαγνοίην ἔγωγε.
Ἑρμῆς - Τουτὶ τὸ κρανίον ἡ Ἑλένη ἐστίν.
Μένιππος - Εἶτα διὰ τοῦτο αἱ χίλιαι νῆες ἐπληρώθησαν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ
τοσοῦτοι ἔπεσον Ἕλληνές τε καὶ βάρβαροι καὶ τοσαῦται πόλεις ἀνάστατοι γεγόνασιν;
Ἑρμῆς - Ἀλλ οὐκ εἶδες, ὦ Μένιππε, ζῶσαν τὴν γυναῖκα: ἔφης γὰρ ἂν καὶ σὺ
ἀνεμέσητον εἶναι τοι δ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν: ἐπεὶ καὶ τὰ ἄνθη
ξηρὰ ὄντα εἴ τις βλέποι ἀποβεβληκότα τὴν βαφήν, ἄμορφα δῆλον ὅτι αὐτῷ δόξει,
ὅτε μέντοι ἀνθεῖ καὶ ἔχει τὴν χρόαν, κάλλιστά ἐστιν.
Μένιππος - Οὐκοῦν τοῦτο, ὦ Ἑρμῆ, θαυμάζω, εἰ μὴ συνίεσαν οἱ Ἀχαιοὶ περὶ
πράγματος οὕτως ὀλιγοχρονίου καὶ ῥᾳδίως ἀπανθοῦντος πονοῦντες.
Ἑρμῆς - Οὐ σχολή μοι, ὦ Μένιππε, συμφιλοσοφεῖν σοι. ὥστε σὺ μὲν
ἐπιλεξάμενος τόπον, ἔνθα ἂν ἐθέλῃς, κεῖσο καταβαλὼν σεαυτόν, ἐγὼ δὲ τοὺς
ἄλλους νεκροὺς ἤδη μετελεύσομαι.
1
Llucià (120-190 dC) Diàlegs dels morts, XVIII, “Bellesa efímera”
Text i observacions:
Μένιππος - Ποῦ δὲ οἱ καλοί εἰσιν ἢ αἱ καλαί, Ἑρμῆ; ξενάγησόν με νέηλυν ὄντα.
-
ἢ: compte amb els accents i esperits de “η”
ξενάγησόν, ἀπόβλεψον, δεῖξον: imperatius (desinencia 2ª sg imperatiu aorist: -σον)
Ἑρμῆς - Οὐ σχολή μοι, ὦ Μένιππε: πλὴν κατ ἐκεῖνο ἀπόβλεψον, ἐπὶ τὰ δεξιά, ἔνθα ὁ
Ὑάκινθός τέ ἐστι καὶ Νάρκισσος καὶ Νιρεὺς καὶ Ἀχιλλεὺς καὶ Τυρὼ καὶ Ἑλένη καὶ Λήδα
καὶ ὅλως τὰ ἀρχαῖα πάντα κάλλη.
-
πλὴν κατ ἐκεῖνο ….es refereix a la pregunta formulada en primer lloc.
κάλλη Compte: no és l’adjectiu καλός-ή-όν
Μένιππος - Ὀστᾶ μόνα ὁρῶ καὶ κρανία τῶν σαρκῶν γυμνά, ὅμοια τὰ πολλά.
Ἑρμῆς - Καὶ μὴν ἐκεῖνά ἐστιν ἃ πάντες οἱ ποιηταὶ θαυμάζουσι τὰ ὀστᾶ, ὧν σὺ ἔοικας καταφρονεῖν.
-
ὧν …. καταφρονεῖν. ὧν és el CRV del verb καταφρονεῖν
ἔοικας καταφρονεῖν. ἔοικας + infinitiu: sembles menysprear …
2
Μένιππος - Ὅμως τὴν Ἑλένην μοι δεῖξον: οὐ γὰρ ἂν διαγνοίην ἔγωγε.
-
οὐ γὰρ ἂν διαγνοίην (optatiu) ἔγωγε: “Jo no podría reconèixer(-la)
Ἑρμῆς - Τουτὶ τὸ κρανίον ἡ Ἑλένη ἐστίν.
-
Τουτὶ: οὑτοσί-αὑτησί-τουτί = οὑτος, αὑτη, τοῦτο amb un reforç enfàtic “aquest d’aquí, aquest
precisament”
Μένιππος - Εἶτα διὰ τοῦτο αἱ χίλιαι νῆες ἐπληρώθησαν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ τοσοῦτοι
ἔπεσον Ἕλληνές τε καὶ βάρβαροι καὶ τοσαῦται πόλεις ἀνάστατοι γεγόνασιν;
-
γεγόνασιν ἀνάστατοι: 3ª. Pl pret. perfet de γίγνομαι “van arribar a ser / estar devastades”
Ἑρμῆς - Ἀλλ οὐκ εἶδες, ὦ Μένιππε, ζῶσαν τὴν γυναῖκα: ἔφης γὰρ ἂν καὶ σὺ ἀνεμέσητον
εἶναι τοι δ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· ἐπεὶ καὶ τὰ ἄνθη ξηρὰ ὄντα εἴ τις
βλέποι ἀποβεβληκότα τὴν βαφήν, ἄμορφα δῆλον ὅτι αὐτῷ δόξει, ὅτε μέντοι ἀνθεῖ καὶ ἔχει
τὴν χρόαν, κάλλιστά ἐστιν.
3
-
ἔφης γὰρ ἂν καὶ σὺ: “hauries dit també tu que…
“τοι δ' ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν”: la cita de La Iliada. III, 157 fa la funció de
subjecte d' εἶναι. “Patir dolors molt de temps per una dona així”
“τοι δ'…… πάσχειν” εἶναι ἀνεμέσητον: aquesta oració d’infinitiu és CD de “ἔφης ….
ἐπεὶ καὶ Doncs també εἴ si τις algú βλέποι veiés τὰ ἄνθη les flors ὄντα “estant” ξηρὰ seques,
ἀποβεβληκότα havent perdut τὴν βαφήν el color, δῆλον ὅτι és evident que αὐτῷ δόξει li
semblaran ἄμορφα lletges, ὅτε μέντοι però quan ἀνθεῖ καὶ ἔχει τὴν χρόαν, κάλλιστά ἐστιν.
Μένιππος - Οὐκοῦν τοῦτο, ὦ Ἑρμῆ, θαυμάζω, εἰ μὴ συνίεσαν οἱ Ἀχαιοὶ περὶ πράγματος οὕτως
ὀλιγοχρονίου καὶ ῥᾳδίως ἀπανθοῦντος πονοῦντες.
-
Οὐκοῦν “Certament, en veritat,...”
εἰ si οἱ Ἀχαιοὶ els aqueus μὴ συνίεσαν no van ser conscients πονοῦντες sacrificant-se …περὶ
πράγματος οὕτως ὀλιγοχρονίου καὶ ῥᾳδίως ἀπανθοῦντος. (Aquest “πράγματος” es refereix a
Hel·lena
Ἑρμῆς - Οὐ σχολή μοι, ὦ Μένιππε, συμφιλοσοφεῖν σοι. ὥστε σὺ μὲν ἐπιλεξάμενος
τόπον, ἔνθα ἂν ἐθέλῃς, κεῖσο καταβαλὼν σεαυτόν, ἐγὼ δὲ τοὺς ἄλλους νεκροὺς ἤδη
μετελεύσομαι.
-
Οὐ σχολή μοι, (lit: “no (hi ha) temps per a mi”
ὥστε conjunció consecutiva
ἔνθα ἂν ἐθέλῃς “on vulguis”
κεῖσο< κεῖμαι. Un nou imperatiu, però ara en veu mitjana. Repassa els imperatius
4
MENIPO.- Hermes, ¿dónde están los guapos y las guapas? Hazme de guía, pues
soy recién llegado.
HERMES.- Menipo, ahora tengo mucha prisa. Busca por ahí, a la derecha, y
encontrarás a Jacinto, Narciso, Nireo, Aquiles, Tiro, Helena, Leda, o sea, todas
las bellezas de la antigüedad.
MENIPO.- Sólo veo huesos, sobre todo cráneos desnudos de carne, todos muy
parecidos.
HERMES.- Pues esos huesos que tú tanto desprecias, fueron en vida, las personas
más admiradas por todos los poetas.
MENIPO.- Bien; pero dime quién de ellos era Helena, pues yo no la reconozco.
HERMES.- Helena es el cráneo que tienes ante ti.
MENIPO.- ¿Qué? ¿Y por esto se equiparon las famosas mil naves con hombres de toda
Grecia, perdieron la vida tantos griegos y bárbaros y se destruyeron tantas ciudades?
HERMES.- Eso es que no la conociste en vida, Menipo. De ser así, tú también
dirías que no era censurable pasar cualquier pena por esa mujer. Por este
motivo, cuando las flores ya marchitas, se ven privadas de su color, parecen feas;
mientras que en su plenitud y con todo su color, son realmente hermosas.
MENIPO.- Pues eso es precisamente lo que me extraña, Hermes: que los aqueos no
vieran que sus fatigas eran a causa de una cosa tan efímera y fácilmente marchitable.
HERMES.- Menipo, ahora no tengo tiempo de filosofar contigo. Así que escoge el
lugar que más te guste, túmbate y descansa mientras yo voy a buscar a los otros
muertos.
5
Descargar